De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἄτομον, εἴτ’ ἄναρμον, εἴτ’ ἐλάχιστον, εἴτ’ ἀμέριστον αὐτὸ
προσαγορεύειν ἐθέλουσιν. οὐδὲ γὰρ ἔτι δεηθησόμεθα τῆς
κατὰ μέρος ἐν αὐτοῖς διαφορᾶς, ἂν τὸ καθόλου τε καὶ
κοινὸν ἁπασῶν τῶν αἱρέσεων αὐτῶν ἀνέλωμεν. ὑπόκειται
γὰρ ἅπασι τούτοις, ἄποιον εἷναι τὸ πρῶτον στοιχεῖον, μήτε
λευκότητα σύμφυτον ἔχον, ἢ μελανότητα, ἢ ὅλως ἡντιναοῦν
χροιὰν, οὔτε γλυκύτητα, ἢ πικρότητα, ἢ θερμότητα, ἢ ψυχρότητα,
οὔθ’ ὅλως ἡντιναοῦν ἑτέραν ποιότητα. νόμῳ γὰρ χροιὴ,
νόμῳ πικρὸν, νόμῳ γλυκὺ, ἐτεῇ δ’ ἄτομον καὶ κενὸν, ὁ
Δημόκριτός φησιν, ἐκ τῆς συνόδου τῶν ἀτόμων γίνεσθαι
νομίζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς
αἰσθανομένους αὐτῶν, φύσει δὲ οὐδὲν εἶναι λευκὸν,
ἢ μέλαν, ἢ ξανθὸν, ἢ ἐρυθρὸν, ἢ πικρὸν, ἢ γλυκύ. τὸ
γὰρ δὴ νόμῳ ταὐτὸ βούλεται τῷ οἶον νομιστὶ, καὶ πρὸς
ἡμᾶς, οὐ κατὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν· ὅπερ
δ’ αὖ πάλιν ἐτεῇ καλεῖ, παρὰ τὸ ἐτεὸν, ὅπερ ἀληθὲς δηλοῖ,
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]