De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ὑμένα, καὶ τὰ ἄλλα σύμπαντα τὰ ὁμοιομερῆ. τῷ δὲ καὶ
ταῦτ’ ἀπολείποντι, διότι πρὸς τὴν φύσιν ἐστὶν σύνθετα,
κᾂν ταῖς αἰσθήσεσιν ἁπλᾶ φαίνηται, καὶ μηδέπω μηδὲν τῶν
ἁπλῶν λέγοντι, τίς ἂν εὐσχήμων ἀπολογία γένοιτο πρὸς τὸ
μὴ περιττά τε καὶ μάταια φλυαρεῖν; εἰ μὲν γὰρ τὸ κατ’
ἐπικράτειαν ὑγρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν
ὀνομάζεις, ἔχεις ἐναργῶς ἤδη τὰ στοιχεῖα γινωσκόμενα, νεῦρον,
καὶ ὑμένα, καὶ χόνδρον, καὶ σάρκα, καὶ σύνδεσμον,
καὶ τῶν ἄλλων ἕκαστον ὧν εἴπομεν. εἰ δὲ τὸ πρὸς τὴν
φύσιν ἁπλοῦν ζητεῖς, ἄμικτόν τε εἶναι χρὴ τοῦτο, καὶ
ἄκρατον, καὶ ἄκρον τῇ ποιότητι. πάλιν οὖν ἥκεις ἐπὶ πῦρ,
καὶ ἀέρα, καὶ ὕδωρ, καὶ γῆν. ἐν τούτοις γὰρ μόνοις εὑρήσεις
ἀμίκτους τε καὶ ἀκράτους τὰς ποιότητας, ἄκραν μὲν
ἐν πυρὶ θερμότητά τε καὶ ξηρότητα, ἄκραν δ’ ἐν τῇ γῇ
ψυχρότητα καὶ ξηρότητα, καὶ τῶν ἄλλων ἐν ἑκατέρῳ κατὰ
τὴν οἰκείαν φύσιν. κᾂν εἰ μὴ τέτταρα δὲ βουληθείης,
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]