Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)
Kühn 1821
δ’ αὐτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ τέλους αὐτῶν ἀναγκαῖον
ἀποτυχεῖν. αὐτίκα γέ τοι τοὺς ἀθλητὰς, ἢ διὰ τὴν τοῦ
σώματος ἀφυΐαν, ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν
ἀποτυγχάνοντας τοῦ τέλους. οὕτω δ’ ἂν καὶ ἡ τοῦ σώματος
φύσις ἀξιόνικος ᾖ, καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς
μηχανὴ μὴ οὐ πολλῷ ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας;
ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν, οὔτε δύναμιν,
οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι, περὶ τὴν τῆς
τέχνης ἄσκησιν, ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου
δ’ ἀπολείπονται. τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα
ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον,
οὔ μοι δοκεῖ λόγον ἔχειν. ὁμοίου γὰρ τοῦ κόσμου καὶ
τότ’ ὄντος, καὶ νῦν, καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως
ὑπηλλαγμένης, μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης,
μήτ’ ἄλλου τινὸς ἀστέρος, ἢ ἀπλανοῦς, ἢ πλανωμένου
μεταβολήν τινα ἐσχηκότος. εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν,
ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ τὸν
Work
Title: Quod Optimus Medicus Sit Quoque Philosophus
English: The Best Doctor is also a Philosopher
Original: Ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 53-63
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_010.xml [19.4 Kb]