De Temperamentis (On Mixtures)
Kühn 1821
ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον
ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τῷ μέσῳ,
οὐκέτι εὔκρατον, ἀλλ’ ἤτοι ψυχρὸν, ἢ ξηρὸν, ἢ θερμὸν,
ἢ ὑγρὸν ὀνομασθήσεται. δέδεικται γὰρ δὴ πρόσθεν, ὡς
ἄνθρωπός ἐστιν οὐ τῶν ζώων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ
τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δὲ ἐκ πολλῶν καὶ
διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων
τῇ κράσει, τοῦτο καὶ ἁπλῶς ἐστιν εὐκρατότατον. τὸ
γὰρ τοῦ μέσου τῇ κράσει ζώου μέσον μόριον ἁπάντων
ἐστὶν ἁπλῶς εὐκρατότατον. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ
τὸ καλούμενον δέρμα, καὶ μάλιστα τοῦ δέρματος
τὸ τῶν χειρῶν ἐντὸς, ἐὰν, οἶον ὑπὸ τῆς φύσεως ἀπεργασθῇ,
τοιοῦτο φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου
τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐλέχθη
πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι
καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν.
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]