De Temperamentis (On Mixtures)
Kühn 1821
ἐπίδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος, εἴτε θερμότητος
ἐπικρατούσης, εἴτε καὶ ἀμφοτέρων, ὀφθαλμοὺς γλαυκοὺς
τίθεσθαι χρὴ, γνώρισμα τῆς οἰκείας ἂν εἶεν οὕτω γε, καὶ
οὐ τῆς ἁπάντων τῶν μορίων τοῦ σώματος ἐνδεικτικοὶ κράσεως.
οὐδὲ γὰρ, εἰ σκληρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ
πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς
εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ
μαλακοὶ καὶ λευκοὶ γίνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’
εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἶς μὲν
ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσὶν, ὑγροὶ δ’, οἷς παχέα.
καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα ἢ γρυπὴ, οὗτοι ξηροὶ, σιμῆς δ’
οὔσης, ὑγροί. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν,
καὶ τῶν κροτάφων, ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς
δ’ ἀνώμαλος ἡ κρᾶσις, καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μορίων,
ἄτοπόν ἐστιν ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων
ἀποφαίνεσθαι. τοιοῦτο δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν,
οὐχ ὑπὲρ ἀνθρώπων μόνων, ἀλλὰ καὶ περὶ τῶν
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]