De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
θερμὸς οὖν εὐλόγως ὁ χυμὸς οὗτος εἴρηται καὶ ξηρὸς
κατὰ δύναμιν, ὥσπερ γε καὶ τὸ φλέγμα ψυχρὸν καὶ ὑγρόν.
ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε καὶ
τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ
φύσεως ἀνθρώπου γράμματι τὸ συγκεκαυμένον καὶ οἷον
ὑπερωπτημένον ἐν τοῖς χυμοῖς ὀνομάζει φλέγμα παρὰ τὸ
πεφλέχθαι. τῇ λέξει μὲν ἑτέρως χρῆται, φυλάττει μέντοι
τὸ πρᾶγμα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόμασι
τοῦ ἀνδρὸς τούτου καινοτομίαν ἱκανῶς ἐνδείκνυται καὶ
Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζόμενον
φλέγμα, τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνομάζει
Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυμός ἐστιν οὗτος, καὶ
πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὅπως δή ποτε ψυχθεῖσιν
ἀθροίζεται, καὶ οὐδεὶς οὐδὲ μαινόμενος ἂν ἄλλο τι ἢ
ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερμὸς μέν
τίς ἐστι καὶ ὑγρὸς χυμὸς, καὶ θερμὸς ἕτερος καὶ ξηρὸς,
καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δέ ἐστι ψυχρὸς καὶ
ξηρὸς τὴν δύναμιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων,
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]