De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
αὐστηρὸν, ἢ ἔμπαλιν ἐξ αὐστηροῦ γλυκὺ γίνοιτο, καὶ τοῦτ’
ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυμόν. ἄμφω δὲ ταῦτά τε
καὶ τὰ προειρημένα κατὰ ποιότητα κινεῖσθαι λεχθήσεται.
καὶ οὐ μόνον γε τὰ κατὰ τὴν χρόαν καὶ τὸν χυμὸν ἐξαλλαττόμενα
κινεῖσθαί φαμεν, ἀλλὰ καὶ τὸ θερμότερον ἐκ ψυχροτέρου
γινόμενον ἢ ψυχρότερον ἐκ θερμοτέρου κινεῖσθαι καὶ
τοῦτο λέγομεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ ὑγροῦ ἢ ὑγρὸν
ἐκ ξηροῦ γίνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνομα
φέρομεν τὴν ἀλλοίωσιν, ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον
δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀμείβουσι σώμασι καὶ τόπον
ἐκ τόπου μεταλλάττειν λεγομένοις. ὄνομα δὲ καὶ τούτῳ
φορά. αὗται μὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται.
σύνθετοι δ’ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ
ἐλάττονός τι μεῖζον, ἢ ἐκ μείζονος ἔλαττον γίνηται, φυλάττον
τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ
φθορά. γένεσις μὲν ἡ εἰς οὐσίαν ἀγωγὴ, φθορὰ δὲ ἡ
ἐναντία. πάσαις δὲ ταῖς κινήσεσι κοινὸν ἡ ἐξάλλαξις τοῦ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]