De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
προϋπάρχοντος· ὥσπερ οὖν καὶ ταῖς ἡσυχίαις ἡ φυλακὴ τῶν
προϋπαρχόντων. ἀλλ’ ὅτι μὲν ἐξαλλάττεται καὶ πρὸς τὴν
ὄψιν, καὶ πρὸς τὴν γεῦσιν, καὶ πρὸς τὴν ἁφὴν, αἷμα γινόμενα
τὰ σιτία, συγχωροῦσιν· ὅτι δὲ καὶ κατ’ ἀλήθειαν,
οὐκέτι τοῦθ’ ὁμολογοῦσιν οἱ σοφισταί. οἱ μὲν γάρ τινες
αὐτῶν ἅπαντα τὰ τοιαῦτα τῶν ἡμετέρων αἰσθήσεων ἀπάτας
τινὰς καὶ παραγωγὰς εἶναι νομίζουσιν, ἄλλοτε ἄλλως πασχουσῶν,
τῆς ὑποκειμένης οὐσίας μηδὲν τούτων, οἷς ἐπονομάζεται,
δεχομένης. οἱ δέ τινες εἶναι μὲν ἐν αὐτῇ βούλονται
φύσει τὰς ποιότητας, ἀμεταβλήτους δὲ καὶ ἀτρέπτους
ἐξ αἰῶνος εἰς αἰῶνα, καὶ τὰς φαινομένας ταύτας ἀλλοιώσεις
ἐν αὐτῇ τῇ διακρίσει τε καὶ συγκρίσει γίνεσθαί φασιν, ὡς
Ἀναξαγόρας. εἰ δὴ τούτους ἐκτραπόμενος ἐλέγχοιμι, μεῖζον
ἄν μοι τὸ πάρεργον τοῦ ἔργου γένοιτο. εἰ μὲν γὰρ οὐκ
ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει
τε καὶ μετὰ τοῦτον Χρυσίππῳ γέγραπται, παρακαλέσαι
χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν· εἰ δὲ
γινώσκοντες ἔπειθ’ ἑκόντες τὰ χείρω πρὸ τῶν βελτιόνων
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]