De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶται
πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰτοῦσι
καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις
δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρότερος
καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο
τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας
ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ
λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν
ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παραγεγονέναι
μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοιαύταις
ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαινόμενον
ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει
τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις
ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν,
ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα
τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν;
ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον
κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]