De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
τινος, αἱ δὲ διὰ μηνῶν. αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδοματικαί
εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν
εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν
γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς
νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέρει.
αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς
ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν
ἡ τῆς ιδ΄. ὁ γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρχων
ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ
μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ὁ ἀπὸ
τῆς πανσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ
μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δ’ ἑκατέρου
διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἡ ἑβδομάς ἐστιν,
ἐν δ’ αὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν
ἐπισημασίαι, καθ’ ἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπωρον
ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται
ταῦτα κατ’ οὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέχοντος
ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]