De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἰδίας ἑκάστῳ καθ’ ἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ
καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστ’
εἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν
οὕτως εἰς τὸ πλειστάκις. ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν
αὐτῶν ἥ τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυσθαι
τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτ’ εἰς τοὺς νοσοῦντας
πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰατρῶν,
εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τούτους
δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ
κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δ’ ἐνίοτε καὶ
διό τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ
τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων
διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων
εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι
κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπιτήδειον,
ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ
ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν ἡ τῶν ἑβδομάδων
περίοδος.
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]