De Uteri Dissectione (On the Anatomy of the Uterus)
Kühn 1821
καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἐγένετο. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν. εἴη δ’ ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται.
Τῶν γὰρ τῇ μήτρᾳ σωμάτων ὁμιλούντων τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται, πολλὰ δὲ ἑνοῦται, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς· ἔστι δὲ καὶ ἃ δερόντων ἀπολύεται, καὶ μὴν δὴ καὶ προσήρτηται πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν. ψαύει μὲν οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους· ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων, οἷς καὶ προσπέφυκεν· ἡ δ’ αὖ μεγίστη (τοιαύτη δέ ἐστι μάλιστα, ὅταν κύῃ) τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ τὸ ὑπογάστριον, καὶ πολλῶν ἐντέρων ψαύει. προσήρτηται δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαστάσεις ἀπευθυσμένῳ τε καὶ κύστει, (πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα,) καὶ ἱερῷ ὀστέῳ προσήρτηται διά τινων εὐτόνων δεσμῶν,
Work
Title: De Uteri Dissectione
English: On the Anatomy of the Uterus
Original: Περὶ μήτρας ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 887-908
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_031.xml [42 Kb]