De Uteri Dissectione (On the Anatomy of the Uterus)
Kühn 1821
τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμοῤῥοΐσι. λέγω δὲ ταῦτα
οὐ μαντευσάμενος, ἀλλὰ παρὰ Πραξαγόρου μαθών. ὁ γάρ
τοι Πραξαγόρας ᾧδέ πώς φησιν αὐταῖς λέξεσι· Κοτυληδόνες
δέ εἰσι τὰ στόματα τῶν φλεβῶν τῶν εἰς τὴν μήτραν
ἡκουσῶν. ὥστε ἔχοι ἂν ἡ γυναικεία μήτρα κοτυληδόνας·
καὶ ᾗ διαφέρουσιν αὗταί τε καὶ αἱ ἐπὶ τῶν ἀλόγων ζώων,
σαφὲς ἤδη οἶμαι ἐκ τῶν εἰρημένων γεγονέναι. ἀρχόμενα οὖν
τὰ τοῦ χορίου ἀγγεῖα ἐντεῦθεν, ὅθεν περ εἴρηται, διαπλέκει
τε τὸ χορίον, ἀλλήλοις τε μίγνυται καὶ συμφύεται.
ὁ δὲ τρόπος αὐτῆς τῆς συνόδου τοιόσδε τίς ἐστιν. ἐννόησον
ῥίζας δένδρου πολλάς τε καὶ λεπτὰς, κατὰ δύο καὶ
τρεῖς ἀλλήλαις ἑνουμένας, ὥστε ἐξ αὐτῶν ἑτέρας ῥίζας γίνεσθαι,
μείζους μὲν τῷ μεγέθει, ἐλάττους δὲ τῷ ἀριθμῷ,
κᾀκείνας πάλιν συνιούσας ἀλλήλαις ἑτέρας ὡσαύτως ποιεῖν,
εἶτα ἐκ τῶν γενομένων κατὰ τὸν αὐτὸν τρόπον ἄλλας, καὶ
τοῦτο ἀεὶ γινόμενον, ἕως ἐς ταὐτὸ ἐλθοῦσαι σύμπασαι τελευτήσωσιν
ὑπ’ ἄκραν τῆς γῆς τὴν ἐπιφάνειαν εἰς τὸ τοῦ
δένδρου μέρος ἐκεῖνο, ὃ καλεῖται στέλεχος. καὶ γάρ τοι
Work
Title: De Uteri Dissectione
English: On the Anatomy of the Uterus
Original: Περὶ μήτρας ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 887-908
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_031.xml [42 Kb]