De Semine (On Semen)
Kühn 1822
τοὔνομα τοῦτο ἡ σύλληψις ἐντεῦθεν ὑπὸ τῶν γυναικῶν
ἐδόκει τεθεῖσθαι. τρίτην οὖν ὁδὸν ἔτι περιελθεῖν ἐδικαίωσα,
ὅλα τὰ συγγράμματα ἀναγινώσκων ἁπάντων τῶν
τὰ τοιαῦτα συγγραψάντων ἰατρῶν. εὕρισκον δὲ κᾀκείνους λέγονας,
ἔνδον μένειν τὴν γονὴν τοῦ ἀνδρὸς, εἰ μέλλοι
κυΐσκειν ἡ γυνή. τινὲς δὲ αὐτῶν, ὅσοι γε ἐπιμελέστεροι,
καὶ τὴν τῶν ὑστερῶν κίνησιν ἐγεγράφεισαν, εὐθέως προστιθέντες,
ὅτι καὶ περιστέλλονται τῷ σπέρματι, καὶ πανταχόθεν
αὐτὸ περιλαμβάνουσι. τοῦτο οὖν ἔγνων πάλιν χρῆναι
βασανίσαι ταῖς ἀνατομαῖς, καὶ πολλὰ λαμβάνων ἐφεξῆς
ἀνέτεμον ἐγκύμονα ζῶα. πάντων οὖν ἐφαίνοντο τοῖς ἐμβρύοις
αἱ μῆτραι περιεσταλμέναι διὰ παντὸς, εἴτε μεῖζον,
εἴτ’ ἔλασσον, εἴτε καὶ παντάπασιν ἦν μικρόν. ἐοίκασι γὰρ
οὕτως, ὥσπερ ὁ Πλάτων εἶπεν, αἱ μῆτραί τε καὶ ὑστέραι
λεγόμεναι καθάπερ τι ζῶον παιδοποιΐας ἐπιθυμητικὸν ὑπάρχειν,
καὶ διὰ τοῦτο ἕλκειν τε πρὸς ἑαυτὰς τὸ σπέρμα καὶ
περιπτυσσομένας κατέχειν, ὥς που καὶ αὐτὸ τοῦτο προφανῶς
αὐτοῖς τοῖς ἀνδράσι πολλάκις ὑπῆρξεν αἰσθέσθαι,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]