De Semine (On Semen)
Kühn 1822
καὶ τίν’ ἦν δυνατὰ, εἰ μὴ ταῦτα; τὸ γοῦν ἐπεγείρεσθαι τὸ
θῆλυ πρὸς ἀφροδίσια δυνατὸν ἐν τοῖς μάλιστά ἐστι. καὶ
πολλῷ γε ἦν ἄμεινον, ὅτι μὲν ὑπάρχει τὸ τῶν θηλειῶν
σπέρμα, τοῖς φαινομένοις πιστεύειν, ἥντινα δὲ δύναμιν
ἔχει, τῷ λόγῳ σκοπεῖσθαι. τὰ μὲν οὖν φαινόμενα καὶ
πρόσθεν εἴρηται καὶ νῦν αὖθις εἰρήσεται. πόροι σπερματικοὶ
μεστοὶ σπέρματος ἐκκρίνουσι τοῦτο χωρὶς τοῦ συνελθεῖν
ἄῤῥενι τὸ θῆλυ, κατά τε τοὺς ὀνειρωγμοὺς αὑτῶν πάσχουσιν
ὁμοίως τοῖς ἄῤῥεσι, καὶ, ὡς εἴρηται πρόσθεν,
ἐπὶ τῆς χηρευούσης γυναικὸς, ἐπί τε τῶν ζώων ἐπὶ τῇ κορυφῇ
τοῦ ἀλλαντοειδοῦς εὑρισκόμενον. ὅπερ καὶ μάλιστα φαινόμενον
ἐλέγχει καὶ Ἀριστοτέλην μὲν, οὐχ ἥκιστα δὲ καὶ
Ἀθήναιον, ἀλλὰ καὶ τῶν νεωτέρων ἰατρῶν ὅσοι φασὶν, ἐμπεφυκέναι
ταῖς κεραίαις τὰ σπερματικὰ, τετρημένα δὲ τρήμασι
πλαγίοις τισὶν ἐκχεῖν τὸ σπέρμα κατὰ τῶν μητρῶν
ἔξωθεν. καὶ γὰρ καὶ συγχωρήσειεν ἄν τις αὐτοῖς ἀληθεύειν,
ὀξύτερον μὲν ὁρῶσιν αὐτοῦ τοῦ Λυγκέως ἐν τῷ σμικροτάτῳ
τρήματι βλέπειν, ἀμβλύτερον δὲ τῶν ὑποχεομένων
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]