De Bono Habitu (Good Condition)
Kühn 1822
σώματος, εἴθ’ ἁπλῶς, εἴτ’ ἐν τῷ πρός τι λέγοιτο.
χρὴ τοίνυν ἀναμνησθῆναι τῶν περὶ ἀρίστης κατασκευῆς
εἰρημένων ἰδίᾳ τὸν βουλόμενον ἀκριβῶς ἐπιγνῶναι, τί
ποτέ ἐστιν ἁπλῶς εἰπεῖν εὐεξία. πλάτος γὰρ ἱκανὸν ἐχούσης
τῆς ὑγείας, ὡς πολλάκις ἐν ἑτέροις ἐπιδέδεικται, τὴν
μὲν ἐπίτασιν αὐτῆς εὐεξίαν ὀνομάζουσιν οἱ παλαιοὶ φιλόσοφοί
τε καὶ ἰατροὶ, τὴν δὲ ἔκλυσιν ἰδίῳ μὲν οὐκέτι
προσαγορεύουσιν ὀνόματι, τὸ δὲ τοῦ παντὸς γένους ὡσαύτως
ὑγείαν καλοῦντες. ὥστ’ ἀρίστη τις ὑγεία ἡ
εὐεξία, καὶ διὰ τοῦτο ἐν τοῖς ἄριστα κατεσκευασμένοις γίνεται
σώμασιν. εἰ γάρ τι μὴ τοιοῦτον, οὐκ ἂν δέξαιτο τὴν
ἀρίστην ὑγείαν, ὥστ’ οὐδὲ τὴν εὐεξίαν. εἰ δὲ ἐν τῷ πρός
τι, κατὰ τὴν ἑκάστου φύσιν γίνεται, καὶ διὰ τοῦτο μετὰ
προσθήκης λέγεται Δίωνος, εἰ οὕτως ἔτυχεν, ἢ Μίλωνος
εὐεξία, οὐχ ἁπλῶς εὐεξία. ἡ μέν γε τοῦ Μίλωνος, καὶ
ἡ τοῦ Ἡρακλέους, καὶ ἡ τοῦ Ἀχιλλέως ἁπλῶς τ’ εἰσὶν
εὐεξίαι καὶ χωρὶς προσθήκης ὀνομάζονται, καθάπερ καὶ
Work
Title: De Bono Habitu
English: Good Condition
Original: Περὶ εὐεξίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 750-756
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_040.xml [11.9 Kb]