De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
σωμάτων τὰς προσβολάς. ἐπεὶ δ’, ὡς εἴρηται, τὰ μὲν ἐκτὸς
τοῦ ποδὸς ἐχρῆν εἶναι ταπεινότερα, τὰ δὲ ἐντὸς ὑψηλότερα,
καὶ φόβος ἦν, εἰ διὰ πολλῶν καὶ μεγάλων ὀστῶν ὑψωθείη,
βαρὺν ἀποδειχθῆναι τὸν πόδα, κοῖλον αὐτοῦ τοὐντεῦθεν
μέσον ἀπειργάσατο, προμηθουμένη καὶ ἄλλο τι χρηστὸν ἐκ
τῆς τοιαύτης κατασκευῆς ὡς ἀντιληπτικοῖς ὀργάνοις ἔσεσθαι
τοῖς ποσὶν, εἰς ἕδρας ἀσφάλειαν ἐν τοῖς κυρτοῖς ἐδάφεσι
διαφέρον, ὑπὲρ οὗ φθάνομεν ἤδη διειλέχθαι. τριῶν οὖν
ἕνεκεν ἡ κοιλότης αὕτη φαίνεται γεγενημένη, καὶ πρώτου
μὲν ὕψους τῶν ἐντὸς μερῶν τοῦ ποδὸς, δευτέρας δ’ ἀντιλήψεως,
καὶ τρίτης ἐπὶ τούτοις κουφότητος· ὧν τὸ μὲν
πρῶτον εἰς ἀσφάλειαν ἕδρας, τὸ δὲ δεύτερον εἰς ποικιλίαν
βαδίσεως, τὸ δὲ τρίτον εἰς ὠκύτητα κινήσεως
διαφέρει. μνημονεύσωμεν οὖν πάλιν κᾀνταῦθα τοῦ πιθηκείου
ποδός. οὐ γὰρ, ὥσπερ ἡ χεὶρ αὐτοῦ μόνον τὸν μέγαν
δάκτυλον κολοβὸν κτησαμένη μίμημα γελοῖον ἐδείκνυτο τῆς
ἀνθρωπείας χειρὸς, οὕτω καὶ ὁ ποὺς ἔκ τινος ἑνὸς μορίου
κατασκευῆς πλημμεληθεὶς παραλλάττει τὸν ἀνθρώπειον,
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]