De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
ἀτμώδει τροφῇ. λεχθήσεται δὲ περὶ τούτου σαφέστερον
ἐφεξῆς. ἐλαχίστου δὲ νεύρου μετέδωκεν ἡ φύσις τῷ ἥπατι,
ὡς ἂν μήτ’ εἰς κίνησίν τινα τῷ ζώῳ, μήτ’ εἰς αἴσθησιν
προπαρασκευάζουσα· τοιαύτης γάρ ἐστιν ἀρχὴ δυνάμεως,
καὶ τοιαύτας ἐνεργείας αὐτό τε καὶ αἱ ἀπ’ αὐτοῦ
φλέβες ἐπιστεύθησαν, οἶαι κᾀν τοῖς φυτοῖς εἰσι. δέδεικται
δὲ καὶ περὶ τούτων ἐπιπλέον ἑτέρωθι, καὶ χρὴ μεμνῆσθαι
τῶν κατ’ ἀρχὰς εὐθὺς εἰρημένων τε καὶ ἀποδεδειγμένων, ὡς
οὔτ’ ἐνδέχεται καλῶς εὑρεῖν χρείαν οὐδεμίαν οὐδενὸς μορίου,
πρὶν τοῦ παντὸς ὀργάνου γνῶναι τὴν ἐνέργειαν, οὔτ’ ἐροῦμέν
τι νῦν εἰς ἀπόδειξιν ἐνεργείας οὐδεμιᾶς, ἀλλὰ τῶν ἀποδεδειγμένων
μόνον ἀναμνήσαντες, οὕτως ἑκάστοτε τὸν περὶ
τῶν χρειῶν λόγον αὐτοῖς ὑποτάξομεν. οὔκουν ἔτ’ ἀπορήσεις
περὶ τῆς τοῦ νεύρου μικρότητος, εἰ μνημονεύεις τῶν ἀποδεδειγμένων,
ἀλλὰ μᾶλλον ἴσως ζητήσεις, ἕνεκα τίνος ὅλως
μετέδωκεν ἡ φύσις τῷ ἥπατι τοῦ σμικροῦ τούτου νεύρου.
ὅσον γὰρ ἐπὶ τῷ τῆς θρεπτικῆς φύσεως ἀρχὴν εἶναι τὸ
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]