De Usu Partium I-XI (On the Utility of the Parts I-XI)
Kühn 1822
καὶ οὕτω πάλιν σχιζομένων, ἐξόπισθεν αὐτῶν τῆς ἑνώσεως
ἡ πύελος ἐστὶν, ἑκατέρωθεν δ’ αὐτῆς αἱ ἀρτηρίαι ψαύουσι.
ταῦτα μὲν ἐν τοῖς τῆς σκληρᾶς μήνιγγος. οἷς δ’ ἐπιβέβηκεν
αὐτή τε καὶ ὁ κατ’ αὐτὴν ἐγκέφαλος, ὅ τ’ ἀδὴν ἔνεστι καὶ
τὸ δικτυοειδὲς πλέγμα καὶ ἡ εἰς τὴν ὑπερῴαν διάτρησις.
ἐξ ὧν δῆλον ὡς οὐχ οὕτω μὲν σαφῶς τοῖς ἀκούουσιν, ἐναργῶς
δ’ ἀεὶ τοῖς θεωμένοις ἂν γένοιτο μήτε κατὰ τὸ πρόσω
τῆς κεφαλῆς ἔτι καταλειπομένη χώρα μηδεμία πρὸς τὴν
εἰς τὴν γλῶτταν ἀπόφυσιν τῶν αἰσθητικῶν νεύρων, μήτε
κατὰ τὴν βάσιν· ἐν μὲν γὰρ τοῖς πρόσω αἵ τ’ ἐπὶ τὰς ῥῖνας
ἀποφύσεις εἰσὶ καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς, ἐν δὲ τοῖς κατὰ
τὴν βάσιν ὅ τ’ ἀδὴν καὶ τὸ δικτυοειδὲς πλέγμα. ὥστ’,
ἐπειδὴ πρόσθεν μὲν ὁ ἐγκέφαλος αὐτὸς εἰς ἀποφύσεις
ἔφθανε κατατετρῆσθαι, κάτω δ’ ὁδὸς οὐκ ἔτ’ ἦν σχολάζουσα,
τρίτης χώρας ἐδεῖτό τινος τοῖς γευστικοῖς νεύροις.
ἐκ μὲν τῶν ὀπίσω μερῶν τοῦ ἐγκεφάλου, σκληρῶν ὄντων,
οὐχ οἷόν τ’ ἦν γεννηθῆναι τοιούτοις νεύροις, ἐκ δὲ
Work
Title: De Usu Partium I-XI
English: On the Utility of the Parts I-XI
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων I-XI
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 3
Pages: 1-939
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-1.xml [1.8 Mb]