De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ἀλλὰ πολὺ δὴ μᾶλλον εἰς τὴν πρώτην ἔκφυσιν τοῦ νεύρου
παρεσκευασμένην. ἐξόπισθεν γὰρ αὐτοῦ παρατεταμένη τεῖχος
ὄντως ἐστὶ καὶ πρόβλημα τῶν ὁπωσοῦν προσπιπτόντων
αὐτῷ, πρώτη πάντων ἐκδεχομένη καὶ ἀποστέγουσα, κᾂν εἰ
τρωθῆναί τε καὶ συντριβῆναι δέοι, καὶ ὁπωσοῦν ἄλλως πονῆσαι,
πρὶν τὸ νεῦρον παθεῖν, αὐτὴ πάνθ’ ὑπομένουσα.
ταύτην οὖν τὴν ἀπόφυσιν ἔν τε τοῖς τῆς ὀσφύος σπονδύλοις
ἰδεῖν ἐστιν ἔτι μεγάλην, ὡς ἂν καὶ αὐτοῖς οὖσι μεγίστοις,
κἀν τοῖς ἐσχάτοις δύο τοῦ θώρακος ὁμοίως ἔχουσαν.
ἐν δὲ τοῖς ἄλλοις δέκα τὴν ταύτης χρείαν τοῖς νεύροις
παρέχουσιν αἱ πλάγιαι τῶν ἀποφύσεων, αἷς ἐπιβέβηκέ τε
καὶ διήρθρωται τὰ τῶν πλευρῶν ὀστᾶ. ἅτε γὰρ ἤδη μικρότεροι
τῶν κάτω γεγενημένοι καὶ δεόμενοι τὴν ἀπόφυσιν
ταύτην ἀξιόλογον κεκτῆσθαι, χώραν ἑτέραν οὐκέτ’ εἶχον ἐκφύσεως
κατάντους, ἀλλ’ ἀναγκαῖον ἐγένετο τῇ φύσει συγχρήσασθαι
τῷ δι’ ἕτερόν τι κατεσκευασμένῳ καὶ πρὸς ἄλλο.
καὶ γὰρ δὴ καὶ μεγάλη τε ἦν καὶ ἰσχυρὰ, καὶ θέσεως
ἐπικαιροτάτης ὡς πρὸς τὴν τοῦ νεύρου φυλακὴν τετυχυῖα.
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]