De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
μαθήμασιν· συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι
τοιούτους ἔχειν μαθητὰς, ὡς ὅ τε συνετὸς φύσει καὶ προγεγυμνασμένος
ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ,
καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον
ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα
τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ,
γιγνωσκόντων δ’ αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεως. ἐὰν οὖν
ἐξέλῃ ὁ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν,
φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, ὁ δ’
ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ
ἔτεσί ποθ’ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ
κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα· τὸν δ’ ὑπό τινων
παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν
ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον
κατασκευάζοντας. τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν
τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ’ ὑπομεῖναί ποτε τὸ
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]