De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
ἔχοντα μὴ καταλείπειν ἀπείραστον, ἡγούμενον μέν τι
δ’ εἶναι μηδ’ αὐτὸ τοῦτο βραχύ. καὶ τοίνυν ἐφ’ ᾧ ὡμολόγηται
μὲν ἡ ἀπὸ τῶν ἐναργεστάτων ἀρχὴ πάσης ἀποδείξεως,
ἀλλ’ εὐθὺς ἡ πρώτη μετάβασις ἀπ’ αὐτῶν ἐπὶ τὸ
τῶν ἀδήλων, οὐ συγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε
καὶ Σκεπτικῶν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοις συνεχώρει, ὅτι
μὲν ἄλλο εὑρισκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντες.
ὄντων γὰρ ἐναργῶς τῶν μὲν πρὸς νόησιν, τῶν δὲ πρὸς
αἴσθησιν, ἀλλήλοις ἐνίοτε μὲν δοκεῖ μάχεσθαι ταῦτα. καὶ
πρῶτά γε τοῦτο αὐτὸ γεγυμνασμένου δεῖται, τοῦ δείξοντος
οὐδέποτ’ ἀλλήλοις αὐτὰ διαφέρεσθαι. δεύτερον ἐπὶ τῷδε
μέγιστόν ἐστιν, ἀπὸ τῶν ἐναργῶς φαινομένων γνωρίζειν τὰ
τοιαῦτα· τινὲς γὰρ ὑπὸ προπετείας τοῖς μηδέπω φαινομένοις
ἐναργῶς ὡς τοιούτοις συγκατατιθέμενοι σφάλλονται. καὶ
τί θαυμάζειν, ἔφης, εἰ πρὸς διάνοιαν ἐναργῆ τοῦτο συμβαίνει
τοῖς προπετέσιν, ὁρῶντας αὐτὸ κᾀπὶ τῶν πρὸς
αἴσθησιν ἐνίους πάσχοντας ἑκάστην· ὅτι ἐξ ἀπόπτου γοῦν
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]