De Atra Bile (On Black Bile)
Kühn 1823
ἔν τε ταῖς μήτραις ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡς
τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ
τό γε κάλλιστον αἷμα τοιοῦτο ἀκριβῶς ἐστι. φαίνεται δ’
ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥσπερ γε τῇ
συστάσει παχύτερον καὶ λεπτότερον. εὑρίσκεται δ’ ἐνίοτε
καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρότητα
περιέχον, ἥτις ἐν τῷ πήγνυσθαι διακρινομένη τὴν ἐπιπολῆς
αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κᾀκ
τοῦ ποτοῦ συναναφέρεσθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ
αἵματι, τὴν ἔκκρισιν λαμβάνον ὕστερον, οὐ μόνον διὰ τῶν
οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων, καὶ κατὰ τὴν καλουμένην
ἄδηλον αἰσθήσει διαπνοήν. φαίνεται δ’ ἐνίοτε καὶ
φλεγματώδης χυμὸς ἐποχούμενος τῷ αἵματι, καθάπερ γε
καὶ σύμπαν ἱκανῶς παχύτερον καὶ μελάντερον, ὡς ἐοικέναι
πολλάκις ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν τὸ ἐκ τῶν φλεβῶν
καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προσηγορίᾳ
τῇ τοῦ αἵματος, οὐδεμιᾶς τῶν εἰρημένων αὐτοῦ διαφορῶν
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]