De Atra Bile (On Black Bile)
Kühn 1823
πολλὰ ψευδῶς, οὕτω καὶ τὸ μηδὲν δεῖσθαι τὸν ἰατρὸν εἰς
τὰ τῆς τέχνης ἔργα τῆς περὶ τοὺς χυμοὺς θεωρίας, καὶ
πρό γε πάντων ἔτι, τὰ καθαίροντα φάρμακα μάτην ὠνομάσθαι
καθαίροντα· κενωτικὰ γάρ ἐστιν ὁμοτίμως ἁπάντων
τῶν ἐν τῷ σώματι χυμῶν, οὐ μόνον τῶν δοκούντων
βλάπτειν. Ἱπποκράτης δὲ, ὡς ὁμολογουμένῳ τῷ καθαίρειν
αὐτὰ χρησάμενος, ἀποδείκνυσι ἐν ἅπαντι τῷ τῆς ζωῆς
χρόνῳ περιέχεσθαι κατὰ τὸ σῶμα τἀνθρώπου τοὺς τέτταρας
χυμούς· μήθ’ ἡλικίαν εἶναί τινα, μήθ’ ὥραν τοῦ
ἔτους, μήτε σώματος φύσιν, ἐν ᾗ μὴ πάντες εἰσίν. ἐκ
γὰρ τοῦ τὰ μὲν τῆς ξανθῆς χολῆς ἑλκτικὰ φάρμακα τοὺς
ἰκτερικοὺς ὀνινάναι, τὰ δ’ ὑδραγωγὰ καλούμενα τοὺς ἀσκίτας
ὑδέρους ἐκκενοῦν, κωλύειν δ’ αὐξάνεσθαι τοὺς ἐλέφαντάς
τε καὶ καρκίνους τὰ τῶν μελάνων ἑλκτικὰ, δῆλον
εἶναι τοῖς παλαιοῖς ἐφαίνετο, τὸν οἰκεῖον ἑαυτῷ χυμὸν
ἕκαστον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δ’ ἀληθὲς
ἦν, ἅπαντας ἕλκεσθαι τοὺς ἐν τοῖς ἀγγείοις περιεχομένους
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]