De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
αἵματος, ἑτέραν χρείαν τοῖς ζώοις παρεχομένου, τῆς γενέσεως
οὐκ ἀφαιροῦμεν τὴν καρδίαν, ἀλλὰ τό γε νῦν εἶναι
προκείμενον, ὡς, ὑφ’ οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ
ζώου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν
ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ
ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις, οἳ
νῦν ἡμῖν ἐροῦσιν, ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζουσιν.
εἴρηται δὲ τὸ φαινόμενον ὑπὲρ Ἐρασιστράτου κατὰ
τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασι τοῖς
στόμασι τῶν ἀγγείων, οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε
καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας
ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου
διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς
τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος
ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ
μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν
ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν, οἶμαι, καὶ τριγλώχινας ἔνιοι
τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς· ἐπὶ δὲ τῆς ἀρτηρίας
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]