De Venereis (On Venereal Diseases)
Kühn 1823
τοῖς μελαγχολικοῖς· ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς τῶν
ἀφροδισίων χρήσεσι. ταῦτ’ ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται
βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ’ ὧν αὐτό τε
φύσει κακοχυμότερον καὶ πλέον, ἀργότερός τε ὁ βίος, καὶ
τῶν ἀφροδισίων μὲν ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ,
μετὰ ταῦτα δὲ ἀθρόως ἐγκρατεῖς ἐγενήθησαν, ἰσχυροί τε καὶ
νέοι. τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ
ἡ δύναμις εἰς ἀῤῥωστίαν ἀλλοιοῦται· καί τις ἐπανόρθωσις
διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν
ἐστι παρασκευαστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψύξις τις
ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίγνοιτο, καὶ κατὰ τοῦτ’ ἂν εἴη τῷ
παρασκευαστικῷ γυμνασίῳ χρηστέον, ἐπεγείρει γὰρ τὴν
θερμότητα. τῆς δὲ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς
ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω,
τῇ ποιότητι δὲ καὶ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ
καλῶς αὐτὰ, καὶ τὴν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα.
χρὴ δὲ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας
Work
Title: De Venereis
English: On Venereal Diseases
Original: Περὶ ἀφροδισίων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 911-914
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_049.xml [6.8 Kb]