De Sanitate Tuenda (On the Preservation of Health)
Kühn 1823
ἐπὶ βραχύ. κοινὸν δ’ ἦν ἁπάσης τρίψεως τὸ θερμαίνειν. ὥστ’,
ἐπεὶ μήτ’ ἐναργὲς ἀποτελεῖ μηδὲν, καὶ ὅ τι φαίνεται ποιεῖν,
οὐδὲ τόδε ἴδιον αὐτῆς ἐστιν, ἀλλὰ τὸ κοινὸν ἁπάσης τρίψεως,
εὐλόγως παρελείφθη. τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάσης τρίψεως
ἔργον ἐστὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτους συγγράμματος·
ὁποῖον δέ τι πέφυκεν ἑκάστη τρίψις ἴδιον ἀποτελεῖν,
Ἱπποκράτει τε διδάσκειν ἀναγκαῖον ἦν, ἡμῖν τε μανθάνειν
χρηστόν. ἀναγαγὼν γὰρ, ὥσπερ εἰς στοιχεῖά τινα, τὰς ἁπλᾶς
διαφορὰς, ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν,
ὅπως ἀναθρέψεις, ἢ καθαιρήσεις, ἢ μαλάξεις, ἢ σφίγξεις τὸ
σῶμα. τούτοις δ’ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν
ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα· μέσα μὲν,
ὅταν μήτε δῆσαι τὸ σῶμα, μήτε λῦσαι, μήτε σαρκῶσαι,
μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δὲ, ὅταν, εἰ
οὕτως ἔτυχε, ἅμα δῆσαι καὶ σαρκῶσαι. τίς γὰρ οὐκ ἂν
ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα
Work
Title: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_050.xml [0.9 Mb]