De Ptisana (On Barley Soup)
Kühn 1823
ὀσμῇ, καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύσει καὶ τῇ ὀσμῇ, ἵνα
μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέστιν ἵνα μὴ
γλυκὺ ὑπάρχῃ, μήθ’ ἁλυκὸν, μήτ’ ὀξῶδες, ἢ δριμὺ, ἢ
δυσῶδες, ἢ σηπεδονῶδες, ἢ ὅλως ἄλλην τινὰ ἐπίκτητον ποιότητα
κεκτημένον, ἀλλ’ ἄποιον παντελῶς, καὶ χωρὶς πάσης
ἐπικτήτου ποιότητος, καὶ χωρὶς πάσης ἐπιμιξίας γευστικῆς
τε καὶ ὀσφραντικῆς. δεῖ μέντοι καὶ διαυγὲς εἶναι καὶ καθαρὸν
καὶ μηδὲν ἰλυῶδες ἔχον, ἀλλ’ ὥσπερ ἀκριβῶς διηθημένον,
καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον.
τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸς τὴν μὲν χρῆσίν
ἐστι λυσιτελὲς, πρὸς δὲ τὴν φύσιν οὐδ’ οὕτως ἐστὶ καθαρὸν,
ὥσπερ οὐδ’ ἄλλο τι τῶν αἰσθητῶν στοιχείων. εἰ δὲ
τοιοῦτόν ἐστιν, οἷον εἶπον, τὸ ὕδωρ, εὐθύς ἐστι λεπτομερέστερον
αὐτὸ, ῥᾳδίως τε πεττόμενον καὶ ἀναδιδόμενον,
καὶ τὰ ὑποχόνδρια ταχέως διεξερχόμενον, καὶ οὐ μόνον τῇ
φυσικῇ θερμότητι πλησιάζον εὐαλλοίωτόν ἐστιν, ἀλλὰ καὶ
τῷ ἔξωθεν πυρὶ προσομιλῆσαν θερμαίνεται συντόμως. καὶ
μάρτυς Ἱπποκράτης τοῦ λόγου ὕδωρ γὰρ τὸ ταχέως θερμαινόμενον
Work
Title: De Ptisana
English: On Barley Soup
Original: Περὶ πτισσάνης
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 816-831
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_053.xml [30 Kb]