De Morborum Differentiis (Differences of Diseases)
Kühn 1823
τῶν Ἀσκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ μὲν ἐξ
ἀτόμων, ἢ ἀνάρμων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται,
τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην
οἰκίας ἐξ ἀπαθῶν μὲν λίθων συγκειμένης, οὐ μὴν ἐν τῇ
συνθέσει γε πάντῃ κατορθουμένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν
τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ μᾶλλόν τε
καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα
τῶν ἡμετέρων σωμάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν
πέφυκεν, οὐ μόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει
τῶν μορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ μᾶλλόν τε καὶ
ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων
ἑαυτῶν εἴδη τοσαῦτα νοσημάτων ἁπλᾶ τε καὶ πρῶτα
καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα.
τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν
ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτομον
αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ
πάθημα.
Work
Title: De Morborum Differentiis
English: Differences of Diseases
Original: Περὶ διαφορᾶς νοσημάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 836-880
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_055.xml [87 Kb]