Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἀνάπτονται μάλιστα, καθάπερ ἡ τῶν λύχνων φλὸξ ἐκ τῆς θρυαλλίδος. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηταί μοι· ἡ κατάλοιπος δ’ ἐστὶν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι, τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύσεως ἅμα γινομένῳ. τούτους μὲν οὖν τοὺς πυρετοὺς οὐ χαλεπόν ἐστιν ἰᾶσθαι· τοὺς δ’ ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικομένους ἀμαθίᾳ τῶν ἐπιστατούντων ἰατρῶν, οὐ μόνον οὐ ῥᾴδιον, ἀλλὰ οὐδὲ δυνατόν ἐστιν ἰᾶσθαι συστάντας γε ἀκριβῶς ἤδη, καὶ μηκέτ’ ἀρχομένους. ἡ γάρ τοι φύσις αὐτῶν ἐστι ξηρὰ καὶ θερμὴ, παραπλήσιόν τι πασχούσης τῆς καρδίας, οἷόν περ ἡ θρυαλλὶς ἐν τοῖς λύχνοις, ἐπειδὰν ἐπὶ πλεῖστον ἐκκαυθῇ. θρύπτεται γὰρ ἡ οὕτω φρυγεῖσα καὶ διαλύεται, καὶ τὸ συνεχὲς ἀπόλλυσιν ὑπὸ κραυρότητος, ὡς μηδ’ εἰ παραχέοις ἄφθονον ἔλαιον, ἀναφθῆναι δύνασθαι φλόγα δαψιλῆ. περισπείρεται τοιγαροῦν ἐν αὐτῇ ἡ μικρὰ καὶ ἄτονος φλὸξ, ἀεὶ καὶ μᾶλλον ἐλάττων γιγνομένη, μέχρι περ ἂν ἀποσβεσθῇ. ὁ μὲν ἀκριβῶς μαρασμώδης πυρετὸς τοιοῦτός ἐστιν, οὐ ταὐτὸν ὑπάρχων

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]