De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
μὲν γὰρ ἅψασθαι τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας,
ὀφθαλμοὺς κοίλους ἀμέτρως θεάσῃ, καθάπερ ἐν βόθροις τισὶν
ἐγκειμένους, ἐξ ἀπωλείας ἁπάσης αὐτῶν τῆς ὑγρᾶς οὐσίας,
ὡς καὶ τῶν ὀστῶν οἷς ἐπιπέφυκε τὰ βλέφαρα φαίνεσθαι
τὰς ἐξοχάς. καὶ μὴν καὶ λῆμαι κατ’ αὐτοὺς ἐμφαίνονται
ξηραὶ, καί τις αὐχμώδης διάθεσις, οἵα μάλιστα τοῖς πολλὴν
διελθοῦσι κόνιν δι’ ὅλης ἡμέρας ἐν ἡλίῳ θερμῷ. ἀπόλωλε δὲ
καὶ τῆς χρόας αὐτὸ τὸ ζωτικὸν ἄνθος, τοῦτο μέν γε καὶ τῷ
προσώπῳ παντὶ συμβέβηκε, καί τις ἄμετρος αὐχμὸς ἐμφαίνεται
τοῦ τε δέρματος ἅπαντος τοῦ περὶ τὸ πρόσωπον, καὶ μάλιστα
τοῦ κατὰ τὸ μέτωπον, ὡς διὰ ξηρότητα σκληρόν τε
εἶναι καὶ περιτεταμένον, οὐ μὴν οὐδ’ ἀνατείνειν ἐπιπλέον
οἷοί τέ εἰσι τὰ βλέφαρα, παραπλησίως τοῖς νυστάζουσιν ἀεὶ
διακείμενοι. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ, καθάπερ
ὑπνώττοντες· ἔστι δ’ οὐχ ὁ ὕπνος αὐτῶν τὸ πάθος, ἀλλ’
ἐγρηγόρσεως ἀδυναμία. ἐκτετήκασι δὲ καὶ αἱ σάρκες αἱ κατὰ
τοὺς κροτάφους, ὡς φαίνεσθαι συμπεπτωκότα καὶ κοῖλα τὰ
χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα τὸ σύμπαν
εἰσίν; ὥστ’ εἰ καὶ γυμνώσας αὐτοὺς ἐπισκέπτοιο τὰ κατὰ
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]