De Inaequali Intemperie (On Uneven Distemper)
Kühn 1824
Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα· καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι· δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή· ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν· αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο. καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι· καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται. τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν· ὅσα δὲ σκληρὰ καὶ ξηρὰ,
Work
Title: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 733-752
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_069.xml [42 Kb]