De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
διττῆς οὔσης ἠρεμίας ἐν ταῖς ἀναπνοαῖς, πρὸ τῆς εἰσπνοῆς
μὲν μιᾶς, ἑτέρας δὲ πρὸ τῆς ἐκπνοῆς, ὁποτέρα ἂν τῶν κινήσεων
βλάπτηται, καὶ τὴν πρὸ αὐτῆς ἠρεμίαν ἐξίστησι τοῦ
κατὰ φύσιν. διττῆς μὲν οὖν οὔσης ἐν ταῖς κινήσεσι βλάβης,
διττῆς δὲ κᾀν ταῖς ἠρεμίαις, αἱ μὲν ἐλλείψεις τῆς χρείας ἀεὶ
πολυχρονίους ἐπιτελοῦσι τὰς ἡσυχίας, αἱ δὲ πλεονεξίαι βραχυχρονίους.
ὥσθ’ ὅταν εἴπωμεν πυκνὴν καὶ μεγάλην γίγνεσθαι
τὴν ἀναπνοὴν ὑπὸ πλήθους θερμασίας, ἐφ’ ἑκατέρᾳ τῶν
κινήσεων ἀληθὴς ὁ λόγος. αἱ μὲν γὰρ τοῦ κατὰ φύσιν θερμοῦ
πλεονεξίαι, τὴν εἰσπνοὴν μεγάλην ἐργαζόμεναι, βραχυχρόνιον
εὐθέως καὶ τὴν προηγουμένην αὐτῆς ἠρεμίαν ἀποφαίνουσιν· αἱ
δὲ τοῦ παρὰ φύσιν τε καὶ καπνώδους ὥσπερ τὴν ἐκπνοὴν μεγάλην,
οὕτω καὶ τὴν πρὸ αὐτῆς ἡσυχίαν ὀλιγοχρόνιον ἐργάζονται.
ὥστε μέγα μὲν γίνεται καὶ πυκνὸν τὸ πνεῦμα πάντως,
ὁπόταν τῆς θερμασίας πλεονεκτῇ γένος· οὐ μὴν οὔτε
τὸ αὐτὸ μόριον τῆς ἀναπνοῆς εἰς μέγεθος οὔτε τὴν αὐτὴν
ἠρεμίαν εἰς πυκνότητα μεταβάλλει. οὕτω δὲ καὶ εἰ καθαιρεθείη
τὰ τῆς χρείας, τοῦ θερμοῦ μειωθέντος, ἐπὶ μὲν τῷ συμφύτῳ
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]