De Locis Affectis (On Affected Parts)
Kühn 1824
πλείους ὡς τὰ πολλά· πάνυ γάρ ἐστι σπάνιον ἐπὶ πληγῇ
ῥάχεως ἕνα μῦν παθεῖν, ὡς ἂν τῶν ἐκφυομένων τοῦ νωτιαίου
νεύρων εἰς πλείονας μῦς κατασχιζομένων. ἀλλὰ καὶ
διὰ πληγὴν αὐτοῦ τοῦ πεπονθότος μυὸς, ἀμεληθείσης
ἐνίοτε καὶ σκιῤῥωθείσης τῆς ἐπιγενομένης, ἠκολούθησε
παράλυσις αὐτοῦ· ἔσται δὲ καὶ τοῦτο σπάνιον· ἀλλ’ ἥ γε
ψύξις ἔβλαψε πολλάκις ἕνα μῦν, καὶ μάλιστα τῶν ἐπιπολῆς
κατὰ τὴν ἕδραν, ἤτοι καθίσαντος ἐπὶ ψυχροῦ λίθου
τινὸς, ἢ ἐν ὕδατι ψυχρῷ διατρίψαντος ἐπιπλέον.
ὁ γοῦν παῖς ὁ βλαβεὶς τὴν κύστιν τε καὶ κατὰ τὴν ἕδραν,
ἐν ποταμῷ θηρεύων ἰχθῦς, ἔπαθεν οὕτως· ἐνίοις δὲ
νηξαμένοις ἐν ὕδατι ψυχρῷ τὸ τοιοῦτο συνέβη. τοὺς μὲν
οὕτω παθόντας ἰάσασθαι προσήκει θερμαίνοντα βοηθήματα
τοῖς πεπονθόσιν τόποις προσφέροντας· οἷς δὲ τῶν
ἀπὸ τοῦ νωτιαίου νεύρων ἔπαθέ τι, τῇ ῥάχει προσακτέον
τὰ βοηθήματα. πολλάκις γε μὴν ἐπὶ καταπτώσεσιν ἀφ’
ὑψηλοῦ τόπου γενομέναις, ἢ πληγαῖς σφοδραῖς, ἰσχυρῶς
παθούσης τῆς ῥάχεως, ἡ φλεγμονὴ μέχρι πλειόνων ἐκταθεῖσα
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]