De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
γίγνεσθαι. τοὐναντίον δ’ ἅπαν ἐχρῆν αὐτοὺς λέγειν, εἴπερ
ὅλως φιλονεικεῖν ἐσπουδάκασιν, ὡς ἡ μὲν ἁφὴ διαστελλομένης
αἰσθάνεται τῆς ἀρτηρίας, εἰ δὲ καὶ κατ’ ἀλήθειαν διαστέλλεται,
τοῦτ’ οὐκέτι γινώσκειν ἀκριβῶς. τὸ δ’ ὅτι μὴ
φαίνεται φάσκειν καταψευδομένων ἐστὶ τῆς αἰσθήσεως. εἰ
γάρ τις αὐτοὺς ἔροιτο, ποῖός τις ὁ σπασμώδης σφυγμὸς φαίνεται,
τί ἂν ἄλλο ἔχοιεν εἰπεῖν ἢ ὅτι τεταμένης ἐφ’ ἑκάτερα
τῆς ἀρτηρίας οἷον χορδῆς προσβολή τις ὑπ’ αὐτῆς γίνεται
τῇ ἁφῇ, μηδὲ φυλαττούσης ἀκριβῶς τὴν ἀρχαίαν ἕδραν,
ἀλλ’ ἠρέμα πως ἄνω καὶ κάτω φερομένης. εἰ δὲ δὴ καὶ περὶ
τοῦ κλονώδους ἐροίμεθα, καὶ τοῦτον ὁμολογήσουσιν, εἴπερ
ὅλως παρεφύλαξαν τὰ πάθη τῆς ἁφῆς, ἀπολιπούσης τῆς ἀρτηρίας
τὴν ἰδίαν χώραν φαίνεσθαι γινόμενον. ἐναργῶς γὰρ
ἄνω τε καὶ κάτω φερομένης αὐτῆς αἰσθανόμεθα κατὰ τοὺς
τοιούτους σφυγμούς. καὶ μὲν δὴ καὶ τὴν καθ’ ἕνα σφυγμὸν
ἀνωμαλίαν, τὴν παρὰ τὰ μὲν ὑψηλότερα φαίνεσθαι κείμενα τῆς
ἀρτηρίας μόρια, τὰ δὲ ταπεινότερα, εἰ μὴ ὁμολογοῖεν γνωρίζειν,
ἀμαθεῖς ἐξελεγχθήσονται τῆς ἐμπειρίας ἣν ἀεὶ πρεσβεύουσιν.
οὐ γὰρ δὴ τῶν ἐκ λόγου δεικνυμένων ἐστὶ τὸ τοιοῦτον,
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]