De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
τοὺς ὄγκους τῶν σωμάτων, μεῖζον μὲν καὶ ἔλαττον καὶ
μέσον ἀμφοῖν ὀνομάζειν, μέγαν δὲ καὶ μικρὸν καὶ σύμμετρον
μηδέπω. τὸ μὲν γὰρ μεῖζον τοῦ ἐλάττονός ἐστιν ὑπερέχον, τὸ
δὲ μέγα τοῦ ὁμογενοῦς συμμέτρου μεῖζον, ὥστ’ ἄμφω μὲν
ἐν τῷ πρὸς τὶ λέγεσθαι, ἀλλὰ τὸ μὲν μεῖζον πρὸς ἅπαντα τὰ
μικρότερα παραβάλλωμεν, τὸ δὲ μέγα πρὸς ἓν μόνον τὸ ὁμογενὲς
μέτριον· εἰ γὰρ ἐκείνου μεῖζον εἴη, μέγα καλεῖται. ἀντίστροφα
δὲ τούτοις ἐπί τε μικροτέρου καὶ μικροῦ χρὴ νοεῖν.
σύμμετρον δὲ καὶ μέτριον εἶναι λεκτέον τὸ κατὰ τὴν οἰκείαν
φύσιν ἔχον, ὥσπερ ἀσύμμετρόν τε καὶ ἄμετρον τὸ παρὰ τὴν
φύσιν. ἐπεὶ τοίνυν ἐστὶ σῶμα κοῖλον ἡ ἀρτηρία, τὴν διάστασιν
αὐτῆς ἀνάγκη ποτὲ μὲν οἰκείως τε καὶ συμμέτρως
τῆς τε χρείας, ἧς ἕνεκα πρὸς τῆς φύσεως ἐγένετο τοιαύτη, καὶ
προσέτι τῶν χιτώνων τῶν αὐτῆς, ποτὲ δ’ ἀμέτρως ἐπιτελεῖσθαι.
δείκνυται δ’ ἐν ἑτέροις, ὡς ἐν ταῖς ἀρίσταις φύσεσιν
εἰς τοσοῦτον διαστέλλεσθαι πέφυκεν, εἰς ὅσον τήν τε χρείαν
ἱκανῶς πληρῶσαι καὶ μηδὲν τοὺς χιτῶνας λυπῆσαι. τὸν οὖν
βουλόμενον ἑνὶ κανόνι προσέχειν ἐν ταῖς τῶν μεγάλων τε καὶ
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]