De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
κυκλοτερῆ τὴν κίνησιν ἡμῖν φαίνεσθαι. καὶ νῦν ἐροῦμεν
ὑπὲρ ἑκατέρων τῶν διαφορῶν κοινῇ, πῶς ἄν τις ἄριστα τὴν
ἐπιβολὴν ποιούμενος τῶν δακτύλων διαγιγνώσκειν αὐτὰς δύναιτο.
καὶ γὰρ οὐ σμικρά τις ἀπορία δόξειεν ἂν ἐν τῇ διαγνώσει
ταύτῃ περιέχεσθαι, κατὰ μηδεμίαν ἐπιβολὴν ἁπάσης
τῆς διαστάσεως ἡμῶν αἰσθάνεσθαι δυναμένων, μήθ’ ὅταν ἐπιπολῆς
ψαύωμεν, ἡ γὰρ τοιαύτη μόνων τῶν ἐσχάτων τῆς κινήσεως
αἰσθανομένη τὸ πρὸ τοῦ πᾶν ἀγνοήσει, μήθ’ ὅταν
ἱκανῶς θλίβωμεν, πρὸς γὰρ τῷ κατὰ τοὺς σφοδροὺς σφυγμοὺς
μόνους ἐγχωρεῖν τοῦτο δρᾷν, ἔμπαλιν ἡ τοιαύτη τῇ
πρότερον τῶν ὑστέρων τῆς διαστάσεως ἀναίσθητος ἔσται,
τῶν πρώτων μόνον αἰσθανομένη· κατὰ ταὐτὰ δ’ ἱκανὸν εἰ
μέσῃ τινὶ τῶν εἰρημένων ἐπιβολῶν ἑτέρᾳ χρησαίμεθα, τά τε
πρῶτα καὶ τὰ τελευταῖα τοῦ διαστήματος ἀγνοήσομεν. ὅτι
δ’ ἀληθές ἐστιν ὃ λέγω, πειραθεὶς ὁ βουλόμενος γνώσεται.
θλίψας γὰρ τοὺς σφοδροὺς σφυγμοὺς, τούτους γὰρ μόνους
ἐγχωρεῖ θλίβειν, οὐκ εἴσεται πηλίκοι τινές εἰσιν. ἀπόλλυται μὲν
γάρ τι καὶ αὐτῆς τῆς κινήσεως ἐν ταῖς πλείσταις τῶν θλίψεων,
ὡς καὶ πρόσθεν εἴρηται· τὸ διάστημα δ’ οὐκέτι μικρὸν, ἀλλ’
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]