De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ταπεινοτέραν τὴν κατὰ βάθος, ὥστε μηδὲ κύκλου περιφέρειαν
ἔτι δοκεῖν ὑπάρχειν, ἀλλ’ οἷον εὐθεῖαν γραμμὴν εἶναι, δῆλον,
ὡς ὁ τοιοῦτος σφυγμὸς πλατὺς ἔσται καὶ ταπεινός. ἡ μὲν γὰρ
εἰς τὸ πλάτος κίνησις ἐπὶ πλέον ἐκταθεῖσα πλατὺν εἰκότως ἐργάζοιτ’
ἂν, ἡ δ’ εἰς ὕψος κωλυθεῖσα ταπεινόν. ἔμπαλιν δὲ εἰ
τὰ ἐν τοῖς πλαγίοις μόρια τῆς κινήσεως ἀπολείποιτο πολὺ τοῦ
μέσου, τὸ μέσον δ’ αὐτὸ κυρτὸν ἱκανῶς φαίνοιτο, δῆλον,
ὡς ὁ τοιοῦτος σφυγμὸς ὑψηλὸς μὲν ἔσται, στενὸς δέ· παντάπασι
δὲ στενῆς τῆς κατὰ τὸ πλάτος αὐτοῦ προσβολῆς γενομένης,
ὡς μὴ δοκεῖν μεμειῶσθαι μόνον τὴν ἐν τοῖς πλαγίοις κίνησιν,
ἀλλ’ ὅλην τελέως ἀπολωλέναι, χαλεπὸν γνῶναι, μᾶλλον
δ’ ἀδύνατον, ὅσον γ’ ἐπὶ τούτοις, ὁποῖός τίς ἐστιν ὁ
σφυγμός. εἰ μὴ γὰρ διορισμούς τινας παραλάβοιμεν, οὐκ
εἰσόμεθα πότερον ὑψηλὸς, ἢ ταπεινὸς, ἢ σύμμετρός ἐστι
κατὰ τὸ βάθος. ἅπαντα γὰρ εἶναι δύναται. καὶ γὰρ εἰ
ταπεινὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ
εἰ ὑψηλὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ
εἰ σύμμετρος κατὰ βάθος ἅμα καὶ στενός. τὸ μὲν γὰρ
εἶναι στενῷ τῷ τοιούτῳ σφυγμῷ πάντως ὑπάρχει διὰ τὴν
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]