De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
λόγου. οὗτοι γὰρ οἰκεῖοι δυνάμεως ἐῤῥωμένης καὶ χρείας
συμμέτρου καὶ ὀργάνων κατὰ φύσιν ἐχόντων. ὡς εἴ γε τὰ
τῆς χρείας ἦν ἀμετρότερα, οὐ μεγάλοι μόνον καὶ σφοδροὶ,
ἀλλὰ καὶ ταχεῖς ἂν ἐγίνοντο. καὶ εἰ ἐπὶ πλέον ἄμετρα, ὡς
μὴ πληροῦσθαι πρὸς τῆς ἐνεργείας αὐτὴν, εὐθὺς ἄν τις καὶ
εἰς πυκνότητα μεταβολὴ προσεγίγνετο. ἀλλ’ ἐπεὶ τὰ τῆς
χρείας ἔχει συμμέτρως, οὔτ’ εἰς τάχος οὔτ’ εἰς πυκνότητα γίνεται
τις τροπή. πρόσκειται δὲ τῷ λόγῳ τὸ, ὡς ἐν
ὥραις, δεόντως. οὐ γὰρ ἁπλῶς μέγιστοι καὶ σφοδρότατοι
τηνικαῦτα γίνονται, πολλῷ γὰρ αὐτῶν ἐν ταῖς φύσεσιν ἕτεροι
σφοδρότεροί τε καὶ μείζους εὑρίσκονται, ἀλλ’ ὡς ταῖς ἄλλαις
ὥραις παραβαλλόμενοι οἱ σφυγμοὶ τοιοῦτοι γίνονται μεσοῦντος
τοῦ ἦρος. θέρους μὲν γὰρ ἐπιτείνεται μὲν τὰ τῆς χρείας,
ἐκλύεται δὲ τὰ τῆς δυνάμεως. ὥστε διὰ μὲν ταύτην ἀφαιροῦσί
τι τῆς εἰρημένης σφοδρότητος, ὡσαύτως δὲ καὶ τοῦ μεγέθους,
ἀλλ’ ἔλαττον. ἡ γὰρ τῆς χρείας ἔπειξις προστίθησί τι. διὰ
τοῦτο δέ τι καὶ τῷ τάχει καὶ τῇ πυκνότητι πρόσεισιν ἀξιόλογον.
χειμῶνος δ’ αὖ πάλιν τἀναντία ἢ τοῦ θέρους ἐστὶν,
ἰσχυροτέρα μὲν ἡ δύναμις, πλὴν οὐκ εἰς τοσοῦτον εἰς ὅσον
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]