De Purgantium Medicamentorum Facultate (On the Power of Cleansing Drugs)
Kühn 1826
συνελόντα δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν
ταῖς φλεψὶ χυμῶν ἁπάντων, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν, ἡ
προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος. ἀλλ’ εἴπερ
ταῦτα βούλεσθε, λέγωμεν ἤδη πρὸς αὐτοὺς, ἄν τε χολῆς ἀγωγὸν,
ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀῤῥώδους ὑγρότητος
λάβῃ τὶς φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν
φλεβῶν χυμούς. καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ
καθῆραί τινα τοιούτῳ φαρμάκῳ, τοῦ τέμνοντα φλέβα κενῶσαι
τὸ αἷμα, καθόσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόν περ
ἔμπροσθεν ἐνυπάρχει ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν
ἐστιν οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ τῇ συστάσει.
τὸ μὲν γὰρ τῶν ὑδατωδῶν ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ
πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον
ὄντα παχύτατα τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα
καὶ στάσιμα, κᾂν εἰ πρόσθεν ἦν ὑγρότατα. καὶ τοίνυν καὶ
ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους
μέν τινας ἔσται σκοποὺς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων
οὐκ ἔσται. τίνες δ’ ἄλλοι σκοποί; πολλοὶ μὲν
Work
Title: De Purgantium Medicamentorum Facultate
English: On the Power of Cleansing Drugs
Original: Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 323-342
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_084.xml [41 Kb]