Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
μὲν τινῶν ἐστὲ λογικῶν ἐπιστήμονες, ἰδιῶται δὲ τῆς ἰατρικῆς, γένοιτ’ ἂν ἴσως, οἶμαι, καὶ παρὰ τοῦδε τοῦ γράμματος ὠφέλεια.
Πειράσομαι δὲ ὡς οἷόν τε σαφέστατα διελθεῖν, ᾧ χρώμενος ὁ παῖς τρόπῳ τῆς διαίτης ὀνίναιτό τε ἂν οὐ σμικρὰ καὶ ἥκιστα βλάπτοιτο πρὸς τῶν ἐφ’ ἡμέρᾳ συμπιπτόντων ἀδοκήτως αὐτῷ. φυλάττεσθαι μὲν οὖν καὶ ταῦτα προσήκει, καθ’ ὅσον ἐγχωρεῖ. περιπίπτειν γε μὴν ἀναγκαῖον ἐνίοτε καὶ κρύει καὶ θάλπει σφοδρῷ καὶ ἀνέμοις ἰσχυροῖς καὶ λουτροῖς μοχθηροῖς καὶ τροφαῖς ἐκπληκτικαῖς καὶ τροχοῖς περιδινουμένοις καὶ ἀστραπαῖς καὶ βρονταῖς, ἀγρυπνίαις τε καὶ ἀπεψίαις καὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ καὶ ἄλλοις τοιούτοις, ὧν τὸ κεφάλαιόν ἐστι, σφοδρῶς κινῆσαι καὶ ταράξαι τὸ σῶμα καὶ τοῦ πάθους ἀναμνῆσαι καὶ παροξυσμὸν γεννῆσαι. ταῦτα δὲ οὖν ἐκ πολλοῦ φυλάττεσθαι προσήκει, καὶ εἴποτε γεγεννημένων αὐτῶν παρακολουθήσει παροξυσμὸς, ἀποσχέσθαι μὲν τελέως τηνικαῦτα πάσης κινήσεως, ἐπὶ δὲ τῆς οἰκίας διατρῖψαι καὶ πάνυ λεπτῶς διαιτηθῆναι, μέχρι περ ἂν ἀπόθηται τὸ σῶμα
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]