Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
τὰ λοιπὰ δύο μέρει μετὰ τῶν ἰσχυροτέρων ὄψων. εἰρήσεται δὲ
τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα
διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα. λαχάνων οὔτε θριδακίνης
οὔτε μαλάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν
εἴργεσθαι κελεύω, λαμβάνειν δ’ οὐκ ἀεὶ μὲν ταὐτὸ,
ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ
καὶ τὸ τεῦτλον καὶ κράμβη. χρὴ γὰρ καὶ τούτων ἀπογεύσασθαι
τὰ σύμμετρα. πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου
προσάψασθαί ποτὲ συνοίσει καὶ τῶν ὀπωρῶν ὅσαι μὴ παντάπασιν
ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν. ἴσχουσί τε γὰρ
τινα περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων σιτίων. τά τε
οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ
τινα τούτοις ἔοικεν, ἀλύπως διέξεισι, καὶ ἡ καλουμένη κολοκύνθη
τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ
πέπονες οἱ σίκυοι. μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι. καὶ βοτρύων
πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῷ παιδὶ, μήλων
δὲ καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις προσφέρεσθαι, καὶ
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]