De Simplicium Medicamentorum Facultatibus VII-XI (On the Powers of Simple Drugs VII-XI)
Kühn 1826
αὐτῶν γίγνονται, τὸ δ’ ἐπὶ τοσόνδε προήκειν ἐν ἑκάστῳ
τῶν προειρημένων ἄῤῥητόν ἐστι πρός γε τὴν ἀκριβεστάτην
ἀλήθειαν. ἀλλ’ ἡμεῖς καὶ τοῦτο περιλαβεῖν ἐπειράθημεν
ὅροις σαφέσιν, ἱκανοῖς εἰς τὴν χρείαν τῆς τέχνης, ἓν
μὲν εἶναι γένος φαρμάκων ἐπιδείξαντες εἰς ὁμοίαν τοῖς σώμασιν
ἡμῶν ἀφικνούμενον κρᾶσιν, ἐπειδὰν ὑπὸ τῆς ἐν αὐτοῖς
θερμότητος ἀρχήν τινα δέξηται μεταβολῆς τε καὶ ἀλλοιώσεως,
ἕτερον δὲ θερμότερον ᾖ καθ’ ἡμᾶς γιγνόμενον, οὗ
τέτταρας ἔδοξε ποιήσασθαι τάξεις· πρώτην μὲν τὴν ἀσαφῆ
πρὸς αἴσθησιν, ὡς λόγου δεῖσθαι τοῦ φωράσαντος, ἑτέραν
δ’ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πως σαφῆ πρὸς αἴσθησιν, ἄλλην
δὲ τρίτην θερμαίνουσαν μὲν ἰσχυρῶς, οὐ μὴν ἤδη γέ πως
καίουσαν, ἐφ’ ᾗ τετάρτην τε καὶ ὑστάτην τὴν καυστικήν.
οὕτω δὲ καὶ τῶν ψυχόντων πρώτην μὲν τὴν τάξιν
τῶν λόγου δεομένων εἰς ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ
τῶν αἰσθητῶς ψυχόντων, καὶ τρίτην τῶν ἰσχυρῶς, καὶ τετάρτην
Work
Title: De Simplicium Medicamentorum Facultatibus VII-XI
English: On the Powers of Simple Drugs VII-XI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων VII-XI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 1-377
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-2.xml [741 Kb]