In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ
καθαροῦ τε καὶ εἰλικρινοῦς ἀμίκτου τε τῶν ἄλλων χυμῶν,
ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς
ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ
τὸ δεύτερον οὐκ ἀληθές· οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις
μόνον γίγνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ
ἴσως, οἶμαι γινώσκειν ὑμᾶς. ἐν γὰρ τοῖς περὶ σπέρματος
ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ
τοῦ σπέρματος γιγνόμενα, μόνων τῶν σαρκωδῶν ἐξ αἵματος
διαπλασσομένων. ἀλλ᾿ ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν
ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ
καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίγνεται, διὰ ταῦτ᾿ ἄν τις
ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια; καθ᾿
ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ
τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου
δόξειεν ἀληθεύειν, ἀλλ᾿ οὐκ ἐξ εἰλικρινοῦς αἵματος
ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ᾿ ἐκ τοῦ κατ᾿ ἐπικράτειαν
ὠνομασμένου. τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]