In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
γαστρὸς εἰς τὸ αἰδοῖον ἀμφοτέρας τελευτᾷν, ὥστε οὐδ᾿ αὗται
διδόασί τι τῇ καρδίᾳ μέρος. πῶς οὖν εἰς τέλος ἐπελάθετο
τηλικούτου σπλάγχνου τῆς καρδίας ὁ ταῦτα διαπλάττων
ὡς καινὸς ὄντως Προμηθεύς; οὐ μὴν οὐδ᾿ ἐγκεφάλου
μνήμην ἐποιήσατο. δῆλον γὰρ ὅτι καὶ οὗτος ἀτιμότερος
ἦν τῶν σφυρῶν. ὑπὲρ ἅπασαν δὲ τυφλότητα τὸ κατὰ τοὺς
νεφρούς ἐστιν, ἐφ᾿ οὓς ἀπὸ τῆς κοίλης μέγισται φέρονται
φλέβες, ἃς παραλιπὼν ἀναπλάττει τινὰς ἀπὸ τοῦ πνεύμονος
ἐπ᾿ αὐτοὺς φέρεσθαι. δῆλον οὖν ἐστιν ἐξ ἁπάντων, οὐχ
ὥσπερ ἔνιοι τῶν ἀνατεμνόντων παρεῖδόν τινα καὶ αὐτὸς
οὗτος παρεωρακὼς, ἀλλ᾿ ὅλως οὐδὲν ἑωρακώς. ὁ γὰρ τὰ
μέγιστα μὴ βλέπων οὐ παραβλέπειν, ἀλλ᾿ ὅλως οὐ βλέπειν
ἀληθῶς ἂν λέγοιτο. ὅτι μὲν οὖν ἐνυπνίοις μεθυόντων ἔοικεν
ὁ περὶ τῶν ἀπὸ τῆς κεφαλῆς εἰς ὅλον τὸ σῶμα καταφερομένων
φλεβῶν λόγος οὐδεὶς ἀγνοεῖ τῶν ὅλως ἐπιχειρησάντων
τι θεάσασθαι κατὰ τὰς ἀνατομάς. ἄλλας μὲν γάρ
τινας μικρὰς παρῶφθαι τοῖς ἀνατομικοῖς εἰκὸς, οὐ μὴν
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]