In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
τῶν ὑγιαινόντων τοῖς ἀδηφαγοῦσιν ὑφίσταται πολὺ τὸ τοιοῦτο
γινώσκων. τεθεάμεθα γοῦν παμπόλλους τῶν ἀργῶς
βιούντων διὰ χρόνων τινῶν ἐκκρινομένους διὰ τῶν οὔρων
τῇ καλουμένῃ μύξῃ παραπλήσια πάμπολλα, καί τισιν αὐτῶν
βραδεῖαν ποιησαμένην τὴν διέξοδον πύῳ παραπλήσιον φαίνεται
τὸ ἐκκρινόμενον, καθάπερ γε κᾀπὶ τῶν ἀναπνευστικῶν,
διὰ τὸ πλείονι χρόνῳ κατεγχρωσμένα πέττεσθαι τὰ
τοιαῦτα. τούτου δ᾿ οὖν καὶ αὐτὸς εἶπε τὴν αἰτίαν ἔμπροσθεν
ἐπὶ μὲν τῆς δυσεντερίας τὸ κάταντες τῆς ὁδοῦ, ταχείας
διεξόδου τῶν περιττῶν αἴτιον εἶναι φάσκων, ἐπὶ δὲ
τῶν ἀναπτυομένων τὸ ἄναντες τῆς βραδείας, ἐπὶ δὲ τῶν
οὔρων τὴν θερμασίαν τοῦ χωρίου. εἰ δέ τις οὐ συγχωρεῖ
διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις, ἢ πτύσμασιν,
ἢ διαχωρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν, ἢ ἑκὼν
πανουργεῖν διὰ ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ
Ἐρασίστρατος ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας
τοὺς πυρετοὺς, ἢ σοφιστής ἐστιν ἀνομίλητος τοῖς ἔργοις
τῆς τέχνης, οὓς ὀρθῶς ὀνομάζουσιν οἱ παλαιοὶ λογιατρούς.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]