In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον,
ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γιγνομένου παροξυσμοῦ
παρασχεῖν. ἀσφαλὲς γοῦν ἐστι, κᾂν ἤδη δοκῇ κεκρίσθαι
τὸ νόσημα, φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν
τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κᾂν ἤδη δοκῇ
κεκρίσθαι τὸν κάμνοντα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν
κρίσιν δυοῖν ἡμερῶν ἤδη ἀσφαλὲς διαιτᾷν ἁδρότερον, οὐδὲ
τότε τὴν μεταβολὴν ἀθρόως ποιουμένους, ἀλλ᾿ ἕωθεν μὲν
τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας
ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι
μήτ᾿ ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι
προθεσμίας μήτ᾿ ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος,
ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν
εἰ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλ᾿ οὔτε
λεπτότερον οὔθ᾿ ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾷν,
ἀλλ᾿ ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον·
ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ καὶ ἡ τῶν ἐγκαλούντων
τἀναντία φιλονεικία· τούτων γὰρ οἱ μὲν περὶ τὸν Θεσσαλὸν
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]