In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
τὴν δῆξιν ἐρεῖ ἤτοι γε τῆς γαστρὸς ἢ τῶν ἐντέρων, δόξειεν
ἂν ὑποπεπτωκέναι τὸ σύμπτωμα τοῦτο ταῖς ὀδύναις· εἰ δὲ
ἀγρυπνίαν ἤ τι τοῦ στόματος τῆς κοιλίας πάθος, οὐ κυρίως
ἂν δόξειεν ἑρμηνεύειν. ἥ γε μὴν δύναμις ὁρᾶται καταλυομένη,
διά τε κένωσιν ἐξ αἱμοῤῥαγιῶν ἢ ἐμέτων ἢ διαχωρημάτων
ἢ ἱδρώτων καὶ δι᾿ ἀσιτίαν μακροτέραν τοῦ προσήκοντος
καὶ δι᾿ ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναστάσεις τε
συνεχεῖς ἀποπατήσεως ἕνεκα καὶ πρὸς τούτοις ὅταν ποτὲ
πάθῃ τὸ στόμα τῆς γαστρὸς οὕτως, ὡς ἐναπειλεῖν συγκοπάς·
τοῦτο μέν γε καὶ διὰ τροφῆς πλῆθος βαρυνούσης, ἤ τινα
τῶν ἀνιαρῶν αὐτῆς ποιοτήτων, αὐτή τε κάμνει καὶ συγκαταλύει
τὴν δύναμιν ἑαυτῇ τάχιστα. πᾶσαι μὲν οὖν αὗται
διὰ φανερῶν αἰτιῶν γίγνονται αἱ βλάβαι τῆς δυνάμεως·
ἕτεραι δέ εἰσιν ἀφανεῖς, ὥσπερ ὅταν ἄνευ κενώσεως φανερᾶς
ἢ ἀγρυπνίας ἢ λιμαγχονίας ἢ καὶ τῆς κατὰ τὸ στόμα
κοιλίας αἰσθήσεως οἱ κάμνοντες εἰς τοιαύτην ὑποσύρωνται
τοῦ σώματος διάθεσιν, οἵαν ἐν τῷ προγνωστικῷ κατὰ τὴν
ἀρχὴν αὐτὸς ἔγραψε λέγων· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι,
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]