In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
μέγεθος ἀξιόλογον εἴληφεν, ὡς καὶ τῷ νοσοῦντι φαίνεσθαι
σαφῶς, ἐκείνῳ μὲν ὡς μέλλον τι λέγεσθαι, γινώσκεσθαι δ’
ὑφ’ ἡμῶν ὡς ἤδη γεγενημένον· ὁμοίου τοῦ πράγματος ὄντος
τῇ διαγνώσει τῶν ἄρτι τῆς γῆς ἀνισχόντων φυτῶν, ἃ
γεωργὸς μὲν τις ἢ διαγνωστικὸς ἁπάντων φυτῶν εὐθέως
γνωρίζει, τοῖς δ’ ἄλλοις ἄγνωστά ἐστι. πολλάκις γοῦν ὁρῶμεν
ἀρούρας ὁμοιοτάτας τὴν βλάστησιν ἐχούσας πόας, ἃς
ἡμεῖς μὲν οὐ διαγινώσκομεν, οἱ γεωργοὶ δὲ ἴσασι τί μὲν
ἐξ αὐτῶν ἐστι πόα, τί δὲ πυρὸς ἄρτι γεννώμενος, τί δὲ
κριθὴ, τί δὲ ζειὰ, τί δὲ τῶν ἄλλων ἕκαστον. οὕτω δὲ κἀπὶ
τῶν δένδρων ἔχει. καὶ γὰρ καὶ ταῦτα συμπεπληρωμένα
πᾶσι τοῖς οἰκείοις μορίοις ἅπαντες γνωρίζομεν, ἀρχόμενα
δὲ φύεσθαι παντάπασιν ὀλίγοις γνωρίζεται. τοῦτόν
τε οὖν τὸν λόγον ὡς πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆς δὲ
ζητητέον ἐστὶ περὶ τῆς κατὰ τὴν φρενῖτιν ἐννοίας. ἐν γὰρ
τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν
εἰς αὐτὰ γεγραμμένων ὑπομνημάτων, ὁ Ἱπποκράτης φαίνεται
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]