In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
τελευτῶν δὲ πάλιν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισι.
τὸ γὰρ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην
εἰσβολὴν τοῦ νοσήματος, δηλοῖ δὲ καὶ τὴν ἐν πλάτει
νοουμένην ἄχρι τῆς τρίτης ἢ τετάρτης ἡμέρας, δηλοῖ δὲ καὶ
τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ὅταν εἰς τέσσαρα μέρη
διελόντες αὐτὸν εἴπωμεν ἐξ ἀρχῆς τε καὶ ἀναβάσεως ἀκμῆς
τε καὶ παρακμῆς συγκεῖσθαι. περὶ μὲν οὖν τοῦ σημαίνεσθαι
ταῦτα παρὰ τοῦ τῆς ἀρχῆς ὀνόματος, ἐν τῷ πρώτῳ
τῶν περὶ κρίσεων ἐπιδέδεικται. νυνὶ δὲ ἐπισκεψώμεθα κατὰ
ποῖον αὐτῶν σημαινόμενον εἴρηται τοὔνομα. δοκεῖ δέ μοι
κατὰ μὲν τὸ πρῶτον μέρος τῆς ῥήσεως ἀρχὴν εἰρηκέναι
τὴν κατὰ πλάτος εἰσβολὴν ὅλου τοῦ νοσήματος. ἐπὶ δὲ τῆς
τελευτῆς, ἔνθα φησὶν, ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν,
ἄρχεσθαι τηνικαῦτα λέγειν μόνα τὰ προειρημένα
συμπτώματα, φθάνοντος ἤδη πυρέττειν ἐκ τεττάρων ἡμερῶν
τοῦ νοσοῦντος, ἵν’ ἐν τῇ κατὰ πλάτος ἀρχῇ τὴν γένεσιν
ἴσχει τό τε κῶμα καὶ ἡ ἀγρυπνία καὶ τὰ τῶν νευρωδῶν
μορίων ἀλγήματα. κατὰ μὲν γὰρ τὴν πρώτην ἢ δευτέραν
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]